Add parallel Print Page Options

10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον [a]ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν [b]θεμέλιον [c]χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ [d]αὐτὸ δοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.

16 Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ [e]οἰκεῖ ἐν ὑμῖν; 17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:10 ἔθηκα WH Treg NIV ] τέθεικα RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:12 θεμέλιον WH Treg NIV ] + τοῦτον RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:12 χρυσόν ἄργυρον WH NIV RP ] χρυσίον ἀργύριον Treg
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:13 αὐτὸ WH Treg NA ] – NIV RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:16 οἰκεῖ ἐν ὑμῖν Treg NIV RP ] ἐν ὑμῖν οἰκεῖ WH